Δευτέρα 5 Δεκεμβρίου 2011

6 Δεκεμβρίου, Ἁγίου Νικολάου


Παροιμιῶν τὸ ἀνάγνωσμα

«Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας, στόμα δὲ ἀσεβῶν ἀποστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς.Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ· δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου.»

Ἀπὸ τὸ στόμα τοῦ δικαίου βγαίνουν πάντα λόγια σοφά, ἡ γλώσσα ὅμως τοῦ ἄδικου θὰ καταστραφεῖ. Ἀπό τὰ χείλη τῶν δικαίων σταλάζουν χάρες, τὸ στόμα ὅμως τῶν ἀσεβῶν εἶναι ἀποκρουστικό. Τὶς ζυγαριὲς ποὺ κλέβουν, ὁ Κύριος τὶς μισεῖ, ἐνῶ ἀποδέχεται τὸ ζύγι τὸ σωστό. Ὅπου εἰσχωρεῖ ἡ ὑπερηφάνεια, ἐκεῖ καὶ ὁ ἐξευτελισμός, ἐνῶ οἱ ταπεινόφρονες σκέφτονται συνετὰ προτοῦ μιλήσουν. Ἡ ἀκεραιότητα τοὺς τίμιους ἀνθρώπους ὁδηγεῖ, μὰ ὅσοι τὸ νόμο ἀθετοῦν λάφυρο θά ᾽χουν τὴν ἀποτυχία. Τὰ πλούτη εἶν᾽ ἀνώφελα τὴ μέρα τῆς θείας ὀργῆς, ἐνῶ ἡ δικαιοσύνη λυτρώνει ἀπὸ τὸν θάνατο. (Μετάφρ. ἀπὸ τὸ Προφητολόγιον, Ἑλληνικῆς Βιβλικῆς Ἐταιρίας)